# Fragmenta 8-11

Dino, Fragmenta, 8 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dino/fragmenta/8

Μάγοι δὲ καὶ Σκύθαι μυρικίνῳ μαντεύονται ξύλῳ· καὶ γὰρ ἐν πολλοῖς τόποις ῥάβδοις μαντεύονται. Δείνων δὲ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως καὶ τοὺς μάντεις φησὶ Μήδους ῥάβδοις μαντεύεσθαι. Θύειν ἐν ὑπαίθρῳ τούτους (sc. τοὺς Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς μάγους) ὁ Δείνων (vulg. Δίνων) λέγει, θεῶν ἀγάλματα μόνα τὸ πῦρ καὶ τὸ ὕδωρ νομίζοντας. Δείνων δ ̓ ἐν τοῖς Περσικοῖς, καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν, τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ ̓ Αἴγυπτον ποιήσασθαι στρατείαν.

---

DINO, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1316.tlg003.local002/.
