# Orationes 1-4-7

Dio Chrysostomus, Orationes, 1 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/1-4

φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν. ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενοσοὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν. οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίας τε καὶ δυνάμεως, ὥστε οὐ μόνον τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τἄλλαἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν. ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν , εἴποιμʼ ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων. ἦν μὲν γάρ, ὥς φασιν, ὁ Ἀλέξανδρος ἀνθρώπων φιλοτιμότατος καὶ μάλιστα δόξης ἐραστὴς καὶ τοῦ καταλιπεῖν ὡς μέγιστον αὑτοῦ ὄνομα ἐν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, καὶ ἐπεθύμει γε τιμᾶσθαι σχεδὸν οὐχ ὑπὸ τῶν ἀνθρώπων μόνον πανταχοῦ, ἀλλʼ εἴ πως δυνατὸν ἦν, ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἐν τοῖς ὄρεσι θηρίων. τῶν μὲν οὖν ἄλλων πάντων κατεφρόνει καὶ οὐδένα ᾤετο ἀξιόμαχον αὑτῷ περὶ τούτου τοῦ πράγματος, οὔτε τὸν Πέρσην οὔτε τὸν Σκύθην οὔτε τὸν Ἰνδὸν οὔτε ἐν τοῖς Ἕλλησιν οὐδένα οὔτε ἄνδρα οὔτε πόλιν. ᾐσθάνετο γὰρ ὅτι μικροῦ διεφθαρμένοι πάντες εἰσὶ τὰς ψυχὰς ὑπὸ τρυφῆς καὶ ἀργίας καὶ τοῦ κερδαίνειν καὶ ἡδονῆς ἥττονες. περὶ Διογένους δὲ πυνθανόμενος τῶν τε λόγων οὓς ἔλεγεν καὶ τῶν ἔργων ἃ ἔπραττεν, καὶ ὅπως διήνεγκε τὴν φυγήν, ἐνίοτε μὲν κατεφρόνει τῆς τε πενίας τἀνδρὸς καὶ τῆς εὐτελείας, ἅτε νέος ὢν καὶ τραφεὶς ἐν βασιλικῷ τύφῳ, πολλάκις δὲ ἐθαύμαζε καὶ ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης, ὅτι τοιοῦτος ὢν πᾶσι τοῖς Ἕλλησι γιγνώσκοιτο καὶ θαυμάζοιτο, καὶ οὐδεὶς ἠδύνατο τῶν ἄλλων οἷος ἐκεῖνος γενέσθαι τῇ φιλοτιμίᾳ·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
