# Orationes 10-12

Dio Chrysostomus, Orationes, 10 to 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/10

πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις· ἀλλὰ δεῖ τὸν ἐγγύς τε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας καὶ παρακαλέσαντας Πειθώ τε καὶ Μούσας καὶ Ἀπόλλωναὡς δυνατὸν προθύμως διελθεῖν. φέρε εἴπωμεν τά τε ἤθη καὶ τὴν διάθεσιν τοῦ χρηστοῦ βασιλέως, ἐν βραχεῖ περιλαμβάνοντες ὡς ἔνεστιν, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσιν. πάνυ γὰρ οὖν καλῶς σὺν ἄλλοις πλείοσιν Ὅμηρος, ἐμοὶ δοκεῖν, καὶ τοῦτο ἔφη, ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνον τὸν ἀγαθόν, οὐδὲ ἐπʼ ἄλλοις τισὶ δικαίοις ἤ τῷ βουλεύεσθαι καὶ φροντίζειν ὑπὲρ τῶν ἀρχομένων,

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
