# Orationes 108-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/108-2

εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε. νῦν δʼ εἰσὶν οὓς αὐτοὺς ἵστατε· ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε; ἢ τί βουλόμενοι τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι; καὶ γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ εἰς πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε, ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
