# Orationes 109

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/109

καίτοι φέρε, εἴ τις ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε εἶναι τὸν λέγοντα. νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε· ὅσου γὰρ ἀνδριὰς γένοιτʼ ἄν, τοσοῦτον ἐφʼ ἑκάστῳ κερδαίνετε· πλὴν ὅτι γε αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπʼ ἐξαγωγῇ, καθάπερ οἶμαι τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας, ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
