# Orationes 11-9

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/11-9

ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν τινος ἱδρύσασθαι θελήσωμεν· καὶ γὰρ εἰ πάντων εἰσὶ παρʼ ὑμῖν , οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦπρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν· ἆρʼ οὐχ ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη καθιερωμένων; ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν; καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲκαὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον· ἀλλʼ ὁ διδοὺς τὰ τοῦδε ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
