# Orationes 11-14

Dio Chrysostomus, Orationes, 11 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/11

ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν· ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος· Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον; καὶ μάλα δικαίως, εἶπεν ὁ Ἀλέξανδρος, ἡττᾶτο· οὐ γὰρ ἐν βασιλεῦσιν ἠγωνίζετο, ἀλλʼ ἐν γεωργοῖς καὶ ἰδιώταις, μᾶλλον δὲ ἐν ἀνθρώποις φιληδόνοις καὶ μαλακοῖς. τοιγαροῦν ἠμύνατο τοὺς Εὐβοέας διὰ τῆς ποιήσεως Ὅμηρος. πῶς; ἤρετο θαυμάσας ὁ Φίλιππος. ὅτι μόνους αὐτοὺς τῶν Ἑλλήνων περιέκειρεν αἴσχιστα,κομᾶν ὄπισθεν ἀφεὶς ὥσπερ οἱ νῦν τοὺς παῖδας τοὺς ἁπαλούς. καὶ ὁ Φίλιππος γελάσας , ὁρᾷς, ἦ δʼ ὃς, ὦ Ἀλέξανδρε, ὅτι δεῖ μὴ λυπεῖν τοὺς ἀγαθοὺς ποιητὰς μηδὲ τοὺς δεινοὺς συγγραφέας, ὡς κυρίους ὄντας ὅ, τι βούλονται περὶ ἡμῶν λέγειν. οὐ πάντως, εἶπε, κυρίους. τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν. ὁ μέντοι Ἡσίοδος, ὦ πάτερ, δοκεῖ μοι οὐδὲ αὐτὸς ἀγνοεῖν τὴν ἑαυτοῦ δύναμιν ὅσον ἐλείπετο Ὁμήρου. πῶς λέγεις; ὅτι ἐκείνου περὶ τῶν ἡρώων ποιήσαντος αὐτὸς ἐποίησε Γυναικῶν κατάλογον, καὶ τῷ ὄντι τὴν γυναικωνῖτιν ὕμνησε, παραχωρήσας Ὁμήρῳ τοὺς ἄνδρας ἐπαινέσαι. ἐκ τούτου δὲ ἤρετο ὁ Φίλιππος, Ἀλλὰ σύ, ὦ Ἀλέξανδρε, πότερον ἕλοιο ἂν Ἀγαμέμνων ἢ Ἀχιλλεὺς ἢ ἐκείνων τις γεγονέναι τῶν ἡρώων ἢ Ὅμηρος;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
