# Orationes 110-3

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/110-3

διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρʼ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρʼ ἑτέροις εἰκόνος. καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν· ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλʼ ὅτι μὴ ῥᾳδίως μηδʼ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα , ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρʼ Ἠλείοις, καὶ τοῦτον ὅρον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ἢ ποίαν ἔτι δόξαν ἔσχεν ὁ στέφανος;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
