# Orationes 110-116

Dio Chrysostomus, Orationes, 110 to 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/110

προΐτω γε μὴν νὴ Δία τρυφῶν τε καὶ μύρου καὶ οἴνου ἀποπνέων ἐν κροκωτῷ μετὰ πολλοῦ καὶ ἀτάκτου γέλωτος, μεθύοντι προσεοικώς κωμάζοντι μεθʼ ἡμέραν ἀσελγῆ κῶμον, στεφάνους τινὰς ἐστεφανωμένος ἑώλους τήν τε κεφαλὴν καὶ περὶ τῷ τραχήλῳ , καὶπλάγιος φερόμενος, ὀρχούμενός τε καὶ ᾅδων θῆλυ καὶ ἄμουσον μέλος. ἀγέσθω δὲ ὑπὸ γυναικῶν ἀναισχύντων καὶ ἀκολάστων, ἄλλων ἐπʼ ἄλλα ἑλκουσῶν, μηδεμίαν αὐτῶν ἀπωθούμενος μηδὲ ἀντιλέγων, ἀλλὰ ἑτοίμως δὴ καὶ προθύμως συνεπόμενος. αἱ δὲ μετὰ πολλοῦ πατάγου κυμβάλων τε καὶαὐλῶν φέρουσαι μαινόμενον αὐτὸν σπουδῇ προΐτωσαν. ὁ δʼ ἐκ μέσων ἀναβοάτω τῶν γυναικῶν ὀξύτερον καὶ ἀκρατέστερον, λευκὸς ἰδεῖν καὶ τρυφερός, αἰθρίας καὶ πόνων ἄπειρος, ἀποκλίνων τὸν τράχηλον, ὑγροῖς τοῖς ὄμμασι μάχλον ὑποβλέπων, ἀεί ποτε τὸ σῶμα καταθεώμενος, τῇ ψυχῇ δὲ οὐδὲν προσέχων οὐδὲ τοῖς ὑπʼ αὐτῆς προσταττομένοις. τοῦτον ἀγαλματοποιὸς ἢ γραφεὺς ἀναγκαζόμενος εἰκάζειν οὐκ ἂν ὁμοιότερον ἄλλῳ ἐργάσαιτο ἢ τῷ Σύρων βασιλεῖ μετʼ εὐνούχων καὶ παλλακῶν ἔνδον διαβιοῦντι, στρατοπέδου δὲ καὶ πολέμου καὶ ἀγορᾶς ἀθεάτῳ τὸ παράπαν. προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπʼ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ. τοιούτῳ δεσπότῃ λατρεύουσαι καὶ τοιαῦτα πάσχουσαι πλανῶνται κατὰ τὸν βίον ὅσαι ψυχαὶ πρὸς μὲν πόνους δειλαὶ καὶ ἀδύνατοι, δεδουλωμέναι δὲ ἡδοναῖς, φιλήδονοι καὶ φιλοσώματοι, βίον αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν. οὐκοῦν μετὰ τοῦτον ὁ λόγος ὥσπερ ἐν ἀγῶνι σφύττει τρίτον εἰσάγειν, ὡς ἐκεῖ χορόν, τὸν φιλότιμον, οὐ πάνυ προθύμως τὰ νῦν ἀγωνιούμενον, καίτοι φιλόνικον ὄντα τῇ φύσει περὶ πάντα καὶ πρωτεύειν ἀξιοῦντα· πλὴν οὐ περὶ δόξης ἢ τιμῆς ἡ κρίσις αὐτῷ τὰ νῦν ἐνέστηκεν, ὑπὲρ δὲ πολλῆς καὶ δικαίας ἀδοξίας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
