# Orationes 113-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/113-2

εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδʼ Ἀντίοχος, οὐδʼ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδʼ οἱ πρὸ τοσούτων ἐτῶν ὅρκοι τῆς φιλίας, οὐδʼ αἱ παρʼ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδʼ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδʼ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλʼ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπʼ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ. καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
