# Orationes 12-10

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/12-10

ἐγὼ μὲν γὰρ οὐκ ἀπʼ ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλʼ ὑπὸ δαιμονίου τινὸς γνώμης. ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρʼ οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον,μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθʼ ἑκάστην ἡμέραν διά τε χρησμῶν καὶ διʼ ὀνειράτων. μὴ οὖν οἴεσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, κατʼ ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων. πολλάκις γὰρ ἤδη καὶ ὕπαρ ὤνησε καὶ μεθʼ ἡμέραν ἐναργῶς προεῖπεν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
