# Orationes 12-6

Dio Chrysostomus, Orationes, (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/12-6

ταῦτα δὲ ὑμῖν ἐναντίον τοῦδε τοῦ θεοῦ προλέγω καὶ ξυμβουλεύω διʼ εὔνοιαν καὶ φιλίαν προαγόμενος. οἶμαι δὲ ἐμαυτὸν ἂν πρῶτον πείθειν καὶ παρακαλεῖν, εἴ μοι τὰ τοῦ σώματος καὶ τὰ τῆς ἡλικίας ἐπεδέχετο· ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ , εἴ πού τι δυνησόμεθα εὑρέσθαι παρὰ τῶν παλαιῶν ἀνδρῶν ὥσπερ ἀπερριμμένον ἤδη καὶ ἕωλον σοφίας λείψανον χήτει τῶν κρειττόνων τε καὶ ζώντων διδασκάλων.ἐρῶ δὲ ὑμῖν καὶ ἄλλο, ὃ πέπονθα τῇ γλαυκὶ παραπλήσιον, ἐὰν καὶ βούλησθε καταγελᾶν τῶν λόγων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
