# Orationes 120

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/120

ὁ δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης, παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν ἢ πεπόνθασιν, καὶ τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου· μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴν Ἑλλάδα ἐλθόντα μνηστεύειν καὶ ἀπελθεῖν καταγελάσαντα τῶν ἀρίστων παρʼ αὐτοῖς, πλούτῳ νικήσαντα· συμβῆναι γὰρ οὐχ ἁπλῶς τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ τούτου μὴ λανθάνειν αὐτούς· ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι, τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίας τεοὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
