# Orationes 125-4

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/125-4

καθάπερ εἰ καὶ τὰ τείχη τις οἴοιτο δεῖν λῦσαι τὰ παρʼ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρʼ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν. καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρʼ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον· τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι δι’ ἀχαριστίαν γίγνεται. φαίην δʼ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ; ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν; οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, διʼ ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες.ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
