# Orationes 127-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/127-2

καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθʼ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλʼ εἰ μὲν εἶέν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆσνίκης· εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ πρὸς τοὺς μέσους αὐτῶν ἢ καὶ τοὺς ἔτι τούτων ἐλάττονας

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
