# Orationes 13-2-16

Dio Chrysostomus, Orationes, 13 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/13-2

κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπόθεν ὠνήσονται Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρουσεἶναι τῶν βοσκημάτων· ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν· οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας τά τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦθέρους αὐτῷ καὶ τοῦ χειμῶνος· τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος. τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν· οὐ γὰρ ἔφη τρυφερωτέρους εἷναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί· μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸνκαταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων. ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρωποι, πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τούτων ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον ἦν καὶ ἀδαπανώτατον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
