# Orationes 130-3

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/130-3

τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπʼ ἴσης κοινὰ ἀμφοτέροις πρόσεστιν· ἀλλʼ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν ἀτέλειαν ἐσχηκότας· ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν αὐτοῖς ἔμεινε καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι διʼ αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν ἐκ τοῦ τετιμῆσθαι πρότερον οὐδʼ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς ἀτιμίας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
