# Orationes 130-134

Dio Chrysostomus, Orationes, 130 to 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/130

πάλιν οὖν ἐνθάδε κινδυνεύσω τὸ δεύτερον εἰς τὸν αὐτὸν πεσεῖν μῦθον τὸν Ἰξίονος. καὶ γὰρ ἐκεῖνόν φασιν ἐπιθυμήσαντα τῶν Ἥρας μακαρίων γάμων νεφέλῃ τινὶ συγγενόμενον σκοτεινῇ καὶ ἀχλυώδει ἄχρηστα καὶ ἀλλόκοτα γεννῆσαι τέκνα, τὸ τῶν Κενταύρων γένος ποικίλον καὶ συμπεφορημένον. ὁ γὰρ εὐκλείας ἔρωτος διαμαρτών, ἔπειτα δόξης ἐπιθυμίᾳ συνών, τῷ ὄντι νεφέλῃ λέληθεν ἀντὶ τῆς θείας καὶ σεμνῆς ὁμιλίας συνών. ἐκ δὲ τῶν τοιούτων συνουσιῶν ἢ γάμων ὠφέλιμον μὲν ἢ χρήσιμον οὐδὲν ἂν γένοιτο, θαυμαστὰ δὲ καὶ ἄλογα, προσεοικότα τοῖς Κενταύροις, δημαγωγῶν τινων πολιτεύματα καὶ ξυγγράμματα σοφιστῶν. ξεναγοὶ γὰρ καὶ σοφισταὶ καὶ δημαγωγοί· λέγω δὲ διακρίνων στρατηγούς τε καὶ παιδευτὰς καὶ πολιτικοὺς ἄνδρας ἀπὸ τῶν νῦν εἰρημένων· οὗτοι πάντες ἐκείνῳ τῷ δαίμονι προσνέμεσθαι ἄξιοι καὶ τῆς ἐκείνου μερίδος τε καὶ ἑταιρείας ἀριθμεῖσθαι. καὶ δὴ νῦν μὲν ἐπεξῆλθον τοὺς ὑφʼ ἑνὸς ἑκάστου τῶν εἰρημένωνδαιμόνων ἐλαυνομένους· πολλάκις δὲ καὶ δύο τὸν αὐτὸν ἢ πάντες εἰλήχασι, τἀναντία ἀλλήλοις προστάττοντες καὶ ἀπειλοῦντες, εἰ μὴ πείθοιτο, μεγάλαις τισὶ περιβαλεῖν ζημίαις, ὁ μὲν φιλήδονος ἀναλίσκειν εἰς τὰς ἡδονὰς κελεύων, καὶ μήτε χρυσοῦ μήτε ἀργύρου μήτε ἄλλου κτήματος φείδεσθαι μηδενός, ὁ δʼ αὖ φιλοχρήματοσκαὶ μικρολόγος οὐκ ἐῶν, ἀλλὰ κατέχων τε καὶ ἀπειλῶν, εἰ πείσεται ἐκείνῳ, λιμῷ τε καὶ δίψῃ καὶ ἁπάσῃ πενίᾳ τε καὶ ἀπορίᾳ διολλύειν αὐτόν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
