# Orationes 131-2-133

Dio Chrysostomus, Orationes, 131 to 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/131-2

πρὸς τούτῳ δὲ ὁ μὲν τιθεὶς τότε τὸν νόμον ἔστιν ὧν κατηγόρει τῶν εἰληφότων τὴν ἀτέλειαν καὶ πονηροὺς ἀπέφαινε τοὺς πλείους, οὐ μόνον ἀναξίους χάριτος· ὥστε τοῦτʼ εἶναι τὸ δεινὸν ὅτι μὴ πᾶσιν ἐγκαλῶν πάντας ἀπεστέρει τὰς δωρεάς. ἐνθάδε δὲ οὐδʼ ἔνεστι τοῖς ἀφελομένοις εἰπεῖν τι κατʼ ἐκείνων· οὓς γὰρ μηδʼ ἴσασι, πῶς αὐτοὺς αἰτιᾶσθαι δυνατόν; ἔτι δὲ ὁ μὲν νόμος ἐξαιρέτους τινὰς ἐποίει τούς τὰ μέγιστα δοκοῦντας εὐεργετηκέναι τὴν πόλιν, τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος· ἐνθάδε δὲ οὐδέν ἐστιν ἐξαίρετον. τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι καὶ μήτε κατὰ νόμον μήτε κατὰ ψήφισμα περὶ οὐδενὸς ὅλως ἀπείρηται, καὶ ἐπὶ παντὶ συμβῆναι δυνατόν ἐστιν, ἐφʼ ὅτῳ ποτὲ ἂν δόξῃ τῷ στρατηγῷ. καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην. καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
