# Orationes 137-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/137-2

εἰ τοίνυν ἐφʼ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν· ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης· ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλʼ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα· ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες· ἔτι δʼ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
