# Orationes 138-2

Dio Chrysostomus, Orationes, (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/138-2

δεῖ δὴ ποιεῖσθαί τινα ἐπιμέλειαν, μὴ πάνυ τι πρᾴως μηδὲ ῥᾳθύμως φέροντας τὴν εἰς τὰ ἄτιμα καὶ δοῦλα σώματα ὕβριν, οὐ ταύτῃ μόνον, ᾗ κοινῇ τὸ ἀνθρώπινον γένος ἅπαν ἔντιμον καὶ ὁμότιμον ὑπὸ τοῦ φύσαντος θεοῦ ταὐτὰ σημεῖα καὶ σύμβολα ἔχον τοῦ τιμᾶσθαι δικαίως καὶ λόγον καὶ ἐμπειρίαν καλῶν τε καὶ αἰσχρῶν γέγονεν, ἀλλὰ κἀκεῖνο ἐνθυμουμένους, ὅτι χαλεπὸν ὕβρει τρεφομένῃ διʼ ἐξουσίαν ὅρον τινὰ εὑρεῖν,ὃν οὐκ ἂν ἔτι τολμήσαι διὰ φόβον ὑπερβαίνειν· ἀλλʼ ἀπὸ τῆς ἐν τοῖς ἐλάττοσι δοκοῦσι καὶ ἐφειμένοις μελέτης καὶ συνηθείας ἀκάθεκτον τὴν ἰσχὺν καὶ ῥώμην λαβοῦσα οὐδενὸς ἔτι φείδεται τῶν λοιπῶν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
