# Orationes 14-13

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/14-13

νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι διʼ ἃ πλείονος σκέψεως φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. ἡ μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ μηδὲ τοὺς Αἰγαίους τάχα μηδὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μηδὲ τοὺς μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλʼ ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
