# Orationes 14-5

Dio Chrysostomus, Orationes, (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/14-5

πρὸς δὲ τούτοις, ἐάν τις ἱμάτιον ἀποδῶται κίβδηλον ἢ σκεῦος ἢ κτῆνος νοσοῦν τε καὶ ἄχρηστον, ἀνάγκη αὐτὸ ἀπολαμβάνειν, ὥστε οὐδὲν ἔσται σοι πλέον. εἰ δὲ καὶ δυνήσῃ ἐξαπατῆσαί τινα κἀκεῖνος οὐκ αἰσθήσεται τοῦ ἀνθρώπου τῆς πονηρίας, τὸ ἀργύριον οὐ δέδοικας; ἴσως μὲν γὰρ ἄλλον ὠνήσῃ φαυλότερον, ἐὰν δριμυτέρου τύχῃς ἢ κατὰ σὲ τοῦ ἀποδιδομένου· τυχὸν δὲ εἰς ἄλλο τι χρήσῃ λαβὼν ἀφʼ οὗ βλαβήσῃ. οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι ὄντες.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
