# Orationes 140-3

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/140-3

ἀλλʼ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρʼ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἔχειν κατηγορίαν ἢ παρʼ οἷς ἂν κατὰ ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων· οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις· τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
