# Orationes 142-2-144

Dio Chrysostomus, Orationes, 142 to 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/142-2

ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων· παρʼ οἷς, φημί, ταῦθʼ οὕτως ἐπιεικῶς ἐξάγεται τὰ περὶ τὰς γυναῖκας, οὐδὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας οὐδὲ τὸν ὑμέναιον ὡς ἀληθῶς καὶ δικαίως ᾀδόμενον ἐν τοῖς παρθενικοῖς γάμοις πιστεῦσαί ποτε. ἢ οὐκ ἀνάγκη πολλὰ ἐοικότα ξυμβαίνειν αὐτόθι τοῖς παλαιοῖς μύθοις, δίχα γε τῆς τῶν πατέρων ὀργῆς καὶ πολυπραγμοσύνης, πολλῶν μιμουμένων τοὺς τῶν θεῶν ἔρωτας λεγομένους, χρυσοῦ τε πολλοῦ διαρρέοντος διὰ τῶν ὀρόφων καὶ πάνυ ῥᾳδίως, ἅτε οὐ χαλκῶν ὄντων οὐδὲ λιθίνων τῶν οἰκημάτων, καὶ νὴ Δία ἀργύρου στάζοντος οὐ κατʼ ὀλίγον οὐδʼ εἰς τοὺς τῶν παρθένων κόλπους μόνον, ἀλλʼ εἴς τε μητέρων καὶ τροφῶν καὶ παιδαγωγῶν, καὶ ἄλλων πολλῶν καὶ καλῶν δώρων τῶν μὲν κρύφα εἰσιόντων διὰ τῶν στεγῶν, ἔστι δʼ ὧν φανερῶς κατʼ αὐτάς που τὰς κλισίας; τί δʼ;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
