# Orationes 143-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/143-2

μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειναὐτὸ ἀνελεῖν· οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν ποιούντων· τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν, ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
