# Orationes 147-2

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/147-2

οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. ἔτι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τοῦτο πλείστους εἶναι παρʼ ὑμῖν ἀνδριάντας συμβέβηκεν, ἀλλʼ οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρʼ ὑμῖν μηδέν·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
