# Orationes 15-2

Dio Chrysostomus, Orationes, (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/15-2

οὐ μέντοι, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους. οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον τοῦ Πηλίου φαίην ἄν· ἀλλὰ μὴν οὐδὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπʼ Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως ἄλλῳ συστρατευσόμενος· ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
