# Orationes 16-4

Dio Chrysostomus, Orationes, (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/16-4

οὐχ ὁρᾷς τὰ θηρία ταῦτα καὶ τὰ ὄρνεα, ὅσῳ ζῇ τῶν ἀνθρώπων ἀλυπότερον, πρὸς δὲ καὶ ἥδιον, καὶ μᾶλλον ὑγιαίνει καὶ πλέον ἰσχύει καὶ ζῇ χρόνον ἕκαστον αὐτῶν ὅσον πλεῖστον δύναται, καίτοι οὔτε χεῖρας ἔχοντα οὔτε ἀνθρώπου διάνοιαν; ἀλλʼ ὅμως ἀντὶ πάντων αὐτοῖς τῶν ἄλλων ὑπάρχει μέγιστον ἀγαθόν, ὅτι ἀκτήμονά ἐστιν. ἀλλὰ δοκῶ μοι ἐάσειν, ὦ Διόγενες, τὸν οἰκέτην, ἐάνπερ μὴ ἀπὸ τύχης ἐμπέσῃ μοι. ναὶ μὰ Δία, εἶπεν ὁ Διογένης, ὥσπερ εἰ λέγοις ὅτι δάκνοντα ἢ λακτίζοντα ἵππον οὐκ ἂν ζητήσαιμι· ἐὰν μέντοι περιτύχω, προσέλθοιμʼ ἄν, ὥστε δηχθῆναι ἢ λακτισθῆναι.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
