# Orationes 16-5

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/16-5

ἴσασι γὰρ ὅτι πάντα θωπεύοντες ὑπʼ ἀνάγκης λέγουσιν. ἔπειτα δὲ εἰρήκασι τοὺς μὲν ὡς πτωχῷ, τοὺς δὲ ὡς μαινομένῳ ἀπάρχεσθαι, καὶ μᾶλλον οἴονται τοὺς τότε καταγνῶναι αὐτοῦ μανίαν τἀληθῆ λέγοντος ἢ ψευδομένου. οὐ μὴν ὅσον γε ἐπὶ τούτοις ψέγω Ὅμηρον· κωλύει γὰρ οὐθὲν ἄνδρα σοφὸν πτωχεύειν οὐδὲ μαίνεσθαι δοκεῖν· ἀλλʼ ὅτι κατὰ τὴν ἐκείνων δόξαν, ἣν ἔχουσι περὶ Ὁμήρου καὶ περὶ τῶν τοιούτων, εἰκός ἐστι μηθὲν ὑγιὲς εἶναι τῶν εἰρημένων ὑπʼ αὐτοῦ.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
