# Orationes 163

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/163

ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον· τὰ φανερώτερα ἤδη, τὸ μεθʼ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός· πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε· τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρʼ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας· παρʼ ἄλλοις δὲ ἂν μή τις ἀκούσῃ τοῦ τόπου τὸ ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
