# Orationes 19-3-25

Dio Chrysostomus, Orationes, 19 to 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/19-3

τοῦτο δʼ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης· ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε. ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐχ οἵαν Ὅμηρός φησιν, αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο καὶ ξίφεσιν μεγάλοισιν οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· ἀλλʼ ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλʼ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς, ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲκοιμωμένους. οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς. ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡδὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἢ τἀναγκαῖα ὁμιλεῖν. καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς· οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενονσυνεχῶς μὴ οὐ πάντως ἁλῶναι. ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης, πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπʼ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος,

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
