# Orationes 2-6

Dio Chrysostomus, Orationes, (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/2-6

καὶ ὃς ἔφη, ὦ Διόγενες, πορεύομαι εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος. μέλλων δὲ διὰ Βοιωτῶν ἰέναι, ὁ γὰρ παῖς με ὁ μετʼ ἐμοῦ πορευόμενος ἀπέδρα, νῦν ἐπὶ Κορίνθου ἄπειμι· ἴσως γὰρ ἂν εὕροιμι καὶ τὸν παῖδα. καὶ ὁ Διογένης εἶπεν, ὥσπερ εἰώθει, σπουδάσας, Ἔπειτα, καταγέλαστε, ἐπιχειρεῖς θεῷ χρῆσθαι, οὐ δυνάμενος ἀνδραπόδῳ χρήσασθαι; ἢ οὐ δοκεῖ σοι τοῦτο ἐκείνου ἧττον χαλεπὸν καὶ ἐλάττονα ἔχειν κίνδυνον τοῖς οὐδυναμένοις χρήσασθαι ὀρθῶς; τί δὲ καὶ βουλόμενος, εἶπε, ζητεῖς τὸν παῖδα; ἢ οὐκ ἦν πονηρός; πάντων γε, ἔφη, μάλιστα·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
