# Orationes 20-9

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/20-9

καὶ τούτων ἐν ἀρχῇ μὲν ᾐτιασάμην τοὺς μὴ παριόντας εἰς τὸ πλῆθος μηδὲ τολμῶντας ὑμῖν διαλέγεσθαι, ἀλλὰ σεμνοὺς μὲν εἶναι βουλομένους, ἀνωφελεῖς δʼ ὁρωμένους καὶ ὁμοίους τοῖς ἀγεννέσι τῶν ἀθλητῶν, οἳ τὰς παλαίστρας ἐνοχλοῦσι καὶ τὰ γυμνάσια χειρονομοῦντες καὶ παλαίοντες, εἰς δʼ τὸ στάδιον οὐκ ἐθέλουσιν ἰέναι, τὸν ἥλιον καὶ τὰς πληγὰς ὑφορώμενοι. τὸ μέντοι πρᾶγμα δυσχερὲς ὄντως καὶ διʼ ὑμᾶς. οὐ γὰρ ῥᾴδιον ἐνεγκεῖν τοσοῦδε πλήθους θόρυβον οὐδὲ μυριάσιν ἀνθρώπων ἀπείροις ἐναντίον βλέψαι χωρὶσᾠδῆς καὶ κιθάρας. τοῦτο μὲν γὰρ ἀλεξιφάρμακόν ἐστι πρὸς τὸν δῆμον ὑμῶν, καθάπερ στέαρ φασὶν ἐνίων ζῴων ὠφελεῖν πρός τι τῶν χαλεπῶν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
