# Orationes 21-7

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/21-7

τοὺς ἀγωνιστὰς τούτους ὁρᾶτε ὅσα πάσχουσι γυμναζόμενοι, δαπανῶντες, τὸ τελευταῖον ἀποθνῄσκειν αἱρούμενοι πολλάκις ἐν αὐτοῖς τοῖς ἄθλοις. τί οὖν; εἴ τις ἀνέλοι τὸν στέφανον, οὗ χάριν φιλοτιμοῦνται, καὶ τὴν ἐπιγραφὴν τὴν ἐσομένην Ὀλυμπίασιν ἢ Πυθοῖ τῆς νίκης, ἆρʼ οἴεσθε μίαν ἡμέραν αὐτοὺς ἀνέξεσθαι τὸν ἥλιον μόνον, οὐχ ὅπως τἄλλα ὅσα τῷ πράγματι πρόσεστιν ἀηδῆ καὶ χαλεπά; τί δʼ; ἐὰν γένηται δῆλον αὐτοῖς ὅτι τὴν εἰκόνα, ἣν ἂν στήσωσιν, ἕτερος αὑτοῦ ποιήσεται, τὸ μὲν τοῦ θέντος ὄνομα ἀνελών, αὑτὸν δὲ ἐπιγράψας, ἔτι θεασόμενον ἡγεῖσθε ἐλθεῖν ἄν τινα ἐκεῖσε, οὐχ ὅπως ἀγωνιούμενον; ὅθεν οἶμαι καὶ βασιλεῖς ἐπιδικάζονται τῆς τοιαύτης μαρτυρίας.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
