# Orationes 21-8

Dio Chrysostomus, Orationes, (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/21-8

ἐγὼ γοῦν, εἰ ἦν ᾠδικός, οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα μέλους τινὸς ἢ ᾅσματος. νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου· θεὸς δʼ, ὅπερ ἔφην, θαρρῆσαί μοι παρέσχεν, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης ῥηιδίως, τοτὲ δʼ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κἀγὼ λέγοιμι πρὸς ὑμᾶς, ὡς ἐκεῖνος ἐν Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας, ἣν ἀηδῆ οὖσαν ἐκόμιζε, τάχʼ ἂν ληρεῖν με φαίητε, ῥητέα δʼ ὅμως· Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
