# Orationes 23-12

Dio Chrysostomus, Orationes, (16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/23-12

οὐδὲ γὰρ οὐδʼ οἱ θεοὶ φιλοῦσιν ἔτι τοὺς ἀσελγεῖς καὶ ἄφρονας καὶ ἀκολάστους καὶ πρὸς ὕβριν ἐγκλίνοντας καὶ ῥᾳθυμίαν καὶ τρυφήν. ὥστε μὴ τούτοις θαρρεῖτε μηδὲ ἀποδέχεσθε τὸν συνηδόμενον ὑμῖν καὶ θαυμάζοντα λόγον μηδὲ τοὺς δεινοὺς ἐγκωμιάζειν· οὗτοι μὲν γὰρ ἐξαπατῶσιν ὑμᾶς καὶ μάτην ἐπαίρουσιν, ὥσπερ νηπίους παῖδας· ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδʼ ἂν ὁ Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδʼ ἂν ὁ Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον,ἀλλʼ ἄθρουν ὥσπερ ἰλύν, μηδʼ ἂν Αἴγυπτον ἢ Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
