# Orationes 23-13

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/23-13

τί οὖν σὺ κελεύεις ἡμᾶς; τοὺς ἅπαντας ἀναγράψαι πολίτας καὶ τῶν αὐτῶν ἀξίους, ἅμα μηδὲ ὀνειδίζειν μηδὲ ἀπορρίπτειν, ἀλλὰ μέρος αὑτῶν, ὥσπερ εἰσί, νομίζειν.οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς καὶ τῆς πόλεως εὐθὺς ἄξιος γεγονέναι· εἰ δέ τις πένης ὢν πολιτογραφοῦντός τινος οὐ μετείληφε τοῦ ὀνόματος, οὐ μόνον αὐτὸς παρʼ ὑμῖν γεγονώς, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, οὐχ οἷός ἐστιν ἀγαπᾶν τὴν πόλιν οὐδ᾽ἡγεῖσθαι πατρίδα, καὶ λίνον μὲν εἴ τις ἐργάζεται, χείρων ἐστὶν ἑτέρου καὶ δεῖ τοῦτο προφέρειν αὐτῷ καὶ λοιδορεῖσθαι· βαφεὺς δὲ ἢ σκυτοτόμος ἢ τέκτων ἐάν, οὐδὲν προσήκει ταῦτα ὀνειδίζειν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
