# Orationes 23-28

Dio Chrysostomus, Orationes, 23 to 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/23

οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δʼ ἄν τις ἐπιδείξειε καὶ ἕτερα. φαίνεται δʼ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον; ἐν οἶς φησι περὶ Καλλιόπης, ἢ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων. ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφʼ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους· οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως· τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις· τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, , οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν. οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμʼ ἄν, ἀλλὰ κιθάρᾳ μόνον χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους· οὐδέ γε ᾅδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλʼ, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου, .

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
