# Orationes 24-11

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/24-11

καθόλου δὲ οὐ τοῦτο μάλιστα τῶν ἐν τῇ πόλει βουλόμενος εἰπεῖν οὐδὲ οἷόν ἐστι δεῖξαι προῆλθον ἴσως, ἀλλʼ ἐκεῖνο σαφὲσὑμῖν ποιήσων, ὅπως διάκεισθε πρὸς ἀλλήλους, καὶ νὴ Δία εἰ πιστεύειν ὑμᾶς ἄξιον τῇ παρούσῃ καταστάσει καὶ κατʼ ἀλήθειαν οἴεσθαι νῦν συμπεπνευκέναι. οἰκίαν γὰρ ἔγωγε καὶ ναῦν καὶ τἄλλα οὕτως ἀξιῶ δοκιμάζειν οὐ τὸ παρὸν σκοποῦντας, εἰ σκέπει νῦν καὶ μὴ δέχεται τὴν θάλατταν, ἀλλὰ καθόλου πῶς παρεσκεύασται καὶ πέπηγεν, εἰ μηδέν ἐστι διεστηκὸς μηδὲ σαθρόν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
