# Orationes 24-3

Dio Chrysostomus, Orationes, (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/24-3

Ὁμήρῳ μὲν οὖν ἀσφαλὲς ἦν ἴσως πορεύεσθαι παρὰ τὸν Ἀπόλλω εἰς Δελφούς, ἅτε ἐπισταμένῳ τὰς φωνάς, — εἴπερ ἁπάσας ἠπίστατο, ἀλλὰ μὴ ὀλίγʼ ἄττα· ὥσπερ οἱ δύο ἢ τρία Περσικὰ εἰδότες ῥήματα ἢ Μηδικὰ ἢ Ἀσσύρια τοὺς ἀγνοοῦντας ἐξαπατῶσι — σὺ δὲ οὐ δέδοικας μὴ ἄλλα τοῦ θεοῦ λέγοντος ἄλλα διανοηθῇς; ὥσπερ οὖν φασι Λάϊον ἐκεῖνον, τὸν γενόμενον Χρυσίππου ἐραστήν, ὃς ἀφικόμενος εἰς Δελφοὺσ̣̔?ʼἐπηρώτα τὸν θεὸν ὅπως αὐτῷ ἔσοιντο παῖδες. ἔχρησεν οὖν μὴ γεννᾶν, ἢ ἐκτιθέναι γεννήσαντα.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
