# Orationes 25-8

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/25-8

καὶ μὴν εἴ τίς με ἔροιτο, τὴν μεγίστην ὡς οἷόν τε ἑκατέρων βλάβην φερόντων, τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς, εἰ μὴ δυνατὸν ἀμφότερα εὐλαβηθῆναι, πότερον αὐτῶν ἐπιεικέστερον κρίνω καὶ μετριωτέρων ἀνθρώπων, οὐκ ἂν διστάσας τὸ περὶ τὰς τιμωρίας εἴποιμι· εἴ γε τοῦτο μὲν ἔστιν ἀνενεγκεῖν εἰς φιλανθρωπίαν, εἰς ἔλεον, εἰς ἄλλα τοιαῦτα, ἅπερ ἐστὶν οἰκεῖα τοῖς χρηστοῖς· τὸ δὲ τῶν ἀρίστων ἀνδρῶν ἐπιλανθάνεσθαι καὶ τὰ τῆς ἀρετῆς ἆθλα ἀποστερεῖν οὐκ ἔνι τυγχάνειν οὐδεμιᾶς εὐπρεποῦς προφάσεως,ἀλλʼ ἀχαριστίᾳ, φθόνῳ, μικρολογίᾳ, πᾶσι τοῖς αἰσχίστοις ἀνάγκη προσήκειν. ἔτι δὲ οἱ μὲν τοὺς ὄντας πονηροὺς ἧττον κατείργουσι, τὰς κολάσεις ἀνιέντες· οἱ δὲ αὐτοὶ τὰ μέγιστα ἐξαμαρτάνουσι περὶ τοὺς εὐεργέτας. τοσούτῳ δὲ τοῦτο ἐκείνου κάκιον ὅσῳ τὸ αὐτὸν ἀδικεῖν τοῦ μὴ σφόδρα κωλύειν ἕτερον.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
