# Orationes 26-4

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/26-4

ὅθεν οὔτε τὴν ἀρχὴν οὔτε τὸ τέλος ἐτόλμησεν εἰπεῖν ἐκ τοῦ εὐθέος, οὐδὲ ὑπέσχετο ὑπὲρ τούτων οὐδὲν ἐρεῖν, ἀλλʼ εἴ που καὶ μέμνηται, παρέργως καὶ βραχέως, καὶ δῆλός ἐστιν ἐπιταράττων· οὐ γὰρἐθάρρει πρὸς αὐτὰ οὐδὲ ἐδύνατο εἰπεῖν ἑτοίμως. συμβαίνει δὲ καὶ τοῦτο τοῖς ψευδομένοις ὡς τὸ πολύ γε, ἄλλα μέν τινα λέγειν τοῦ πράγματος καὶ διατρίβειν ἐπʼ αὐτοῖς, ὃ δʼ ἂν μάλιστα κρύψαι θέλωσιν, οὐ προτιθέμενοι λέγουσιν οὐδὲ προσέχοντι τῷ ἀκροατῇ, οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ τιθέντες, ἀλλʼ ὡς ἂν λάθοι μάλιστα,καὶ διὰ τοῦτο καὶ ὅτι αἰσχύνεσθαι ποιεῖ τὸ ψεῦδος καὶ ἀποκνεῖν προσιέναι πρὸς αὑτό, ἄλλως τε ὅταν ᾖ περὶ τῶν μεγίστων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
