# Orationes 27-11

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/27-11

ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆς καὶ βελτίονος συμβούλου τῶν ἀπὸ τῆς τύχης καὶ διʼ ἀργύριον ἢ διὰ γένος παριόντων, ἐνθένδε ὁρᾶτέ πως. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίως ὁμονοῆτε μήθʼ αἱ πλείους τῶν πέριξ πόλεων οἰκείως ὑμῖν ἔχωσιν, ἀλλʼ οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸς ὑμᾶς, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆς χώρας ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπως γε ἐνοχλεῖσθαι λέγωσιν, ὁ δὲ στρατηγὸς οἴηται μὲν τὰ βελτίω φρονεῖν περὶ ὑμᾶς, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοις, ἔτι δὲ ἐπίφθονοι τῷ τε μεγέθει τῆς πόλεως νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι· πῶς οὐχὶ διὰ ταῦτα ἐπιμελοῦς καὶ περιεσκεμμένης γνώμης δεῖσθε;

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
