# Orationes 29-13

Dio Chrysostomus, Orationes, (17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/29-13

οἱ μὲν γὰρ οὐδὲν δυνάμενοι τῶν δεόντων ἰδεῖν οὐδʼ ἐπιμεληθέντες αὑτῶν πρότερον, μηδὲ κώμην ὄντες ἱκανοὶ διοικῆσαικατὰ τρόπον, ἄλλως δὲ ὑπὸ χρημάτων ἢ γένους συνιστάμενοι προσέρχονται τῷ πολιτεύεσθαι· τινὲς δὲ ταύτην ἐπιμέλειαν εἶναι νομίζοντες, ἂν ῥήματα συμφορῶσι καὶ ταῦτα τῶν πολλῶν ὁπωσδὴ θᾶττον συνείρωσι, μηδενὸς τἄλλα ἀμείνους ὄντες. τὸ δὲ μέγιστον, διὰ μὲν τὸ βέλτιστον καὶ τῆς πατρίδος αὐτῆς ἕνεκεν οὔ, λοιπὸν δὲ διὰδόξας καὶ τιμὰς καὶ τὸ δύνασθαι πλέον ἑτέρου καὶ στεφάνους καὶ προεδρίας καὶ πορφύρας διώκοντες, πρὸς ταῦτα ἀποβλέποντες καὶ τούτων ἐξηρτημένοι τοιαῦτα πράττουσι καὶ λέγουσιν, ἐξ ὧν αὐτοί τινες εἶναι δόξουσιν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
