# Orationes 29-4-30

Dio Chrysostomus, Orationes, 29 to 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/29-4

τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς — ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; — ἀλλʼ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
