# Orationes 29-6

Dio Chrysostomus, Orationes, (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/29-6

εἰ δʼ αὖ ἐβούλετο τὰ μέγιστα καὶ φοβερώτατα εἰπεῖν καὶ πάθη παντοδαπὰ καὶ συμφοράς, ἔτι δὲ ὃ πάντων μάλιστα ἕκαστος ἐπόθει ἀκοῦσαι, τί μεῖζον ἢ δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως; οὔτε ἀνθρώπους πλείους ἀποθνήσκοντας οὐδὲ οἰκτρότερον τοὺς μὲν ἐπὶ τοὺς βωμοὺς τῶν θεῶν καταφεύγοντας, τοὺς δὲ ἀμυνομένους ὑπὲρ τῶν τέκνων καὶ τῶν γυναικῶν, οὔτε γυναῖκας ἢ παρθένους ἀγομένας ἐπὶ δουλείᾳ τε καὶ αἰσχύνῃ, τὰς μὲν ἀνδρῶν, τὰς δὲ πατέρων, τὰς δὲ ἀδελφῶν ἀποσπωμένας, τὰς δέ τινας αὐτῶν τῶν ἀγαλμάτων, ὁρώσας μὲν τοὺς φιλτάτους ἐν φόνῳ κειμένους καὶ μὴ δυναμένας ἀσπάσασθαι μηδὲ καθελεῖν τοὺς ὀφθαλμούς, ὁρώσας δὲ τὰ νήπια βρέφη πρὸς τῇ γῇ παιόμενα ὠμῶς,

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
