# Orationes 3-8

Dio Chrysostomus, Orationes, (14)ΡΟΔΙΑΚΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/3-8

οὐκοῦν , εἰ μὲν ἀργύριόν τις ὑμῖν ἐχαρίζετο ἀφʼ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο μηδʼ ὑμῶν ἀπαιτούντων· συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης ὑπάρχῃ; καίτοι χρημάτων μὲν οὔθʼ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε· γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδʼ ὁ κάλλιστα πράττειν δοκῶν.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
