# Orationes 31-7

Dio Chrysostomus, Orationes, (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/31-7

οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις· οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι· πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν, ὅτι δέονται παιδείας κρείττονος καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατʼ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν, ἥτις αὐτοὺς μεταπείσει καὶ διδάξει ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον·

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
