# Orationes 33-8

Dio Chrysostomus, Orationes, (16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dio-chrysostomus-soph/orationes/33-8

τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα· σχεδὸν γὰρ πάντα ὀνείρασιν ἔοικεν αὐτῶν τὰ ἔργα· καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸς ὄντος, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντανομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσως κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺς θεοὺς εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι· τῶν δὲ ἄλλων τοῖς μεθύουσι ξυμβαίνει καὶ τοῖς ἐμπλησθεῖσι καὶ τοῖς μὴ καλῶς κατακειμένοις.

---

Dio Chrysostom, Orationes, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0612.tlg001.local001/.
